τὰςγραφὰς ἀλλήλαις, πεπλάνησαι· οὐ γὰρ τολμήσω2 τοῦτό ποτε ἢ ἐνθυμηθῆναι ἢ εἰπεῖν, ἀλλʼ ἐὰν τοιαύτη τις δοκοῦσα εἶναι γραφὴ προβληθῇ, καὶ πρόφασιν3 ἔχῃ ὡς ἐναντία οὖσα, ἐκ παντὸς πεπεισμένος ὅτι οὐδεμία γραφὴ τῇ ἑτέρᾳ ἐναντία ἐστὶν, αὐτὸς μὴ νοεῖν μᾶλλον ὁμολογήσω τὰ εἰρημένα, καὶ τοὺς ἐναντίας τὰς γραφὰς ὑπολαμβάνοντας τὸ αὐτὸ φρονεῖν μᾶλλον ἐμοὶ πεῖσαι ἀγωνίσομαι. Ὅπως δʼ ἂν ᾖς προτεθεικὼς τὸ πρόβλημα, Θεὸς ἐπίσταται. Ἐγὼ δὲ ὡς εἴρηται ὁ λόγος ἀναμνήσω ὑμᾶς, ὅπως καὶ ἐξ αὐτοῦ τούτου γνωρίσητε,
Volume 1, Page 133